Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.59 Dem. 27.62 (English) >>Dem. 27.65

27.61ταῦτα προσπεριποιεῖν, τὴν δʼ ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτριʼ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δʼ ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δʼ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο. 27.62λαβόντες δὲ καὶ τἄλλʼ αἰσχρῶς οὑτωσὶ πάντα, πλέον τὰ ἡμίσεα τῶν χρημάτων μηδὲ καταλειφθῆναι κοινῇ πάντες ἀμφισβητοῦσιν, ὡς πεντεταλάντου δὲ μόνον τῆς οὐσίας οὔσης ἐκ τοσαύτης τοὺς λόγους ἀπενηνόχασιν, οὐ πρόσοδον μὲν ἐξ αὐτῶν οὐκ ἀποφαίνοντες, τὰ δὲ κεφάλαια φανερὰ ἀποδεικνύντες, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ οὕτως ἀναιδῶς ἀνηλῶσθαι φάσκοντες. καὶ οὐδʼ αἰσχύνονται ταῦτα τολμῶντες. 27.63καίτοι τί ποτʼ ἂν ἔπαθον ὑπʼ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην; οὐκ ἂν ἔχοιεν εἰπεῖν. ὅπου γὰρ δέκʼ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν; δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπʼ αὐτῶν, οὐδʼ ἂν τὰ μικρὰ ταῦτα παρʼ αὐτῶν ἀπέλαβον. εἰ γὰρ ἐκεῖνʼ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλʼ παρʼ αὑτῶν ἄν μʼ ἔτρεφον τῷ λιμῷ περιεῖδον ἀπολόμενον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 27.59 Dem. 27.62 (English) >>Dem. 27.65

Powered by PhiloLogic